τρόπον, μικρὸν ὕστερον ἐρῶ πρότερον ἐκεῖνο δηλώσας, ὅτι παγκάλῳ τῷ τῆς ἀκολουθίας εἱρμῷ κέχρηται, καθ’ ἣν ὑφηγήσατο ζῳογονίαν. ψυχῆς γὰρ ἡ μὲν ἀργοτάτη καὶ ἥκιστα τετυπωμένη τῷ γένει τῶν ἰχθύων προσκεκλήρωται, ἡ δ’ ἀκριβεστάτη καὶ κατὰ πάντα ἀρίστη τῷ τῶν ἀνθρώπων, ἡ δ’ ἀμφοῖν μεθόριος τῷ τῶν χερσαίων καὶ ἀεροπόρων· αὕτη γὰρ
αἰσθητικωτέρα μέν ἐστι τῆς ἐν ἰχθύσιν, ἀμυδροτέρα δὲ τῆς ἐν ἀνθρώποις.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.