τοῦ ὑπολειφθέντος μέρους γένεσιν — ὑπολέλειπτο δὲ μετὰ τὰ φυτὰ ζῴων τὰ χερσαῖα — καί φησιν· ἐξαγαγέτω ἡ γῆ κτήνη καὶ θηρία καὶ ἑρπετὰ καθ’ ἕκαστον γένος (Gen. 1,24). ἡ δὲ τὰ προσταχθέντα αὐτίκα ἀνίησι τῇ τε κατασκευῇ διαφέροντα καὶ ταῖς ῥώμαις καὶ ταῖς ἐνυπαρχούσαις βλαπτικαῖς ἢ ὠφελητικαῖς δυνάμεσιν.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.