διαφέροντα καὶ τοῖς μεγέθεσι καὶ ταῖς ποιότησιν· ἄλλα γὰρ ἐν ἄλλοις πελάγεσιν, ἔστι δ’ ὅτε καὶ ταὐτά· πλὴν οὐ πανταχοῦ πάντα διεπλάττετο, καὶ μήποτ’ εἰκότως· χαίρει γὰρ τὰ μέν τινα τεναγώδει καὶ οὐ πάνυ βαθείᾳ θαλάττῃ, τὰ δ’ ὑποδρόμοις καὶ λιμέσι μήτ’ ἐπὶ γῆν ἀνέρπειν μήτε 1 2 πόρρω γῆς ἐπινήχεσθαι δυνάμενα, τὰ δὲ κατὰ μέσον καὶ βαθὺ πέλαγος διαιτώμενα τὰς προκεχυμένας ἄκρας ἢ νήσους ἢ πέτρας ἐκτρέπεται· καὶ τὰ μὲν εὐδίᾳ καὶ γαλήνῃ σφριγᾷ, τὰ δὲ κλύδωνι καὶ κυματώσει· ταῖς γὰρ συνεχέσι πληγαῖς γυμναζόμενα καὶ βίᾳ τὴν φορὰν ἀνωθοῦντα κραταιότερά
τέ ἐστι καὶ πιαίνεται μᾶλλον. εὐθὺς δὲ καὶ τὰ γένη τῶν πτηνῶν ἐδημιούργει ὡς ἀδελφὰ τῶν καθ’ ὕδατος — ἑκάτερα γὰρ νηκτά — μηδεμίαν ἰδέαν τῶν ἀεροπόρων ἀτελῆ καταλιπών.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.