ὁρᾶτ᾽ ἔμ᾽, ὦ γᾶς πατρίας πολῖται,
τὰν νεάταν ὁδὸν
στείχουσαν, νέατον δὲ φέγ-
γος λεύσσουσαν ἀελίου,
κοὔποτ᾽ αὖθις· ἀλλά μ᾽ ὁ παγ-
810
κοίτας Ἅιδας ζῶσαν ἄγει
τὰν Ἀχέροντος
ἀκτάν, οὔθ᾽ ὑμεναίων
ἔγκληρον, οὔτ᾽ ἐπὶ νυμ-
φείοις πώ μέ τις ὕμνος ὕμ-
815
νησεν, ἀλλ᾽ Ἀχέροντι νυμφεύσω.
Χορός
Antigone. Sophocles. Godesberg. 1949.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.