τί τοῦτ᾽ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
1245
Ἄγγελος
καὐτὸς τεθάμβηκ᾽· ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόου
οὐκ ἀξιώσειν, ἀλλ᾽ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ᾽ ἁμαρτάνειν.
1250
Χορός
οὐκ οἶδ᾽. ἐμοὶ δ᾽ οὖν ἥ τ᾽ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἡ μάτην πολλὴ βοή.
Ἄγγελος
ἀλλ᾽ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.
1255
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
Χορός
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.