τί τοῦτ᾽ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
1245
Ἄγγελος
καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
οὐκ ἀξιώσειν, ἀλλ᾽ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ᾽ ἁμαρτάνειν.
1250
Χορός
οὐκ οἶδ᾽· ἐμοὶ δ᾽ οὖν ἥ τ᾿ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος
ἀλλ᾽ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
κρυφή καλύπτει καρδίᾳ θυμουμένῃ,
δόμους παραστείχοντες. εὖ γὰρ οὖν λέγεις.
1255
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
Χορός
Antigone. Sophocles. ed. Lewis Campbell. Oxford. 1879.