ἄληθες; ἀλλ᾽ οὐ τόνδ᾽ Ὄλυμπον, ἴσθ᾽ ὅτι,
χαίρων ἔτι ψόγοισι δεννάσεις ἐμέ.
ἄγετε τὸ μῖσος, ὡς κατ᾽ ὄμματ᾽ αὐτίκα
760
παρόντι θνήισκηι πλησία τῶι νυμφίωι.
Αἵμων
οὐ δῆτ᾽ ἔμοιγε, τοῦτο μὴ δόξηις ποτέ,
οὔθ᾽ ἥδ᾽ ὀλεῖται πλησία, σύ τ᾽ οὐδαμὰ
τοὐμὸν προσόψει κρᾶτ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν,
ὡς τοῖς θέλουσι τῶν φίλων μαίνηι ξυνών.
765
Χορός
ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
νοῦς δ᾽ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
Κρέων
δράτω, φρονείτω μεῖζον ἢ κατ᾽ ἄνδρ᾽ ἰών.
τὼ δ᾽ οὖν κόρα τώδ᾽ οὐκ ἀπαλλάξει μόρου.
Χορός
ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
770
Κρέων
οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.
Χορός
μόρωι δὲ ποίωι καί σφε βουλεύηι κτανεῖν;
Κρέων
ἄγων ἔρημος ἔνθ᾽ ἂν ἦι βροτῶν στίβος
κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
775
ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγηι πόλις.
κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ᾽ ὅτι
πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
780
Χορός
Antigone. Sophocles. Leipzig. 1979.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.