ΦΟΥΝΔ.
πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων, οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι 20 τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν. οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς· ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος, 25 459c ὑποφέρουσιν. 1 οὐ γὰρ ἔστιν ἀναμάρτητον ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν. οἷς μάλιστα παρωξυνόμην 5 καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους. ὀψὲ μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ 10 κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις 459d ἀπὸ νεύματος καὶ σιωπῇ καὶ προθυμότερον ἢ μετὰ πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον 15 εἶναι τοῦ θυμοῦ τὸν λογισμόν. οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπενDe cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.