ΦΟΥΝΔ.
αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος 25 460d ἁμαρτημάτων. καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώνυμος. ἀλλʼ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπʼ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίγνεται. 5 διὸ καὶ τοῖς παραιτουμένοις δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν 1 ἢ ἀνάγκην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους ὡς Σοφοκλῆς 2 460eDe cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.