ΦΟΥΝΔ.
ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον, ἀλλʼ οὐκ ἂν ἀνοικίσαι 1 γε πόλιν 15 ἐκεῖνος δύναιτο τηλικαύτην οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸν ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου 20 καὶ Ἀριστείδου καὶ Σωκράτους· τὸ δʼ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες. οὐ μὴν ἀλλὰ 458d καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν διʼ ὀργῆς; τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις 25 ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθʼ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφʼ ὃ σπεύδει γελοίως. ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ καὶ τὸν, Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας 5 458eDe cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.