[12] τί δʼ οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς ὤρθου τὴν πόλιν ἡ Τύχη; Κελτῶν μὲν περὶ τὸ
25
Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων τὴν ἀκρόπολιν,
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί·
1
τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον
2
ἔκπυστον ἐποίησε γενέσθαι. περὶ ἧς κἀν
3
βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ ἄκαιρόν ἐστι. μετὰ τὴν ἐπʼ Ἀλλίᾳ
4
ποταμῷ
5
324e
Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην κατάραντες ἀπὸ
5
τῆς φυγῆς ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, ὀλίγων εἰς τὸ Καπετώλιον
6
ἀνασκευασαμένων καὶ διακαρτερούντων. οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς εἰς Βηίους συναθροισθέντες
10
ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν· πτήξας
324f
δὲ καὶ ταπεινωθεὶς ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν.
15
ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν
7
ὁ ἀνήρ, μηδʼ ὡς ἀπεγνωκὼς τὴν πόλιν ὅπλοις ἀρχαιρεσιάζῃ
8
τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίσασθαι τὴν τῶν στρατιωτῶν γνώμην μαθόντας, ἦν οὖν Γάιος Πόντιος
20
ἀνὴρ ἀγαθός, καὶ τῶν δεδογμένων αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον· ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν περιεχόντων. ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, φελλοὺς πλατεῖς
25
325a
ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ κουφότητι τοῦ
ὀχήματος παραθέμενος ἀφῆκε τῷ ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ τῇ σιωπῇ
5
τὴν ἐρημίαν τεκμαιρόμενος· ἐμφὺς δὲ τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδιδοὺς ἑαυτὸν καὶ ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἀντιπέρας
9
καὶ ἀναληφθεὶς ὑπὸ τῶν
10
προφυλάκων ἐδήλωσε τοῖς ἔσω τὰ δεδογμένα· καὶ
325b
λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο πρὸς τὸν Κάμιλλον. ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις
15
τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις,
10
ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον
11
διαφυλάξαντες ἀνέβησαν
20
λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ καὶ τοὺς
325c
συνεργοὺς καὶ τοὺς
12
προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας. οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας
25
ἐτρέφοντο θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων
αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὥστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς
5
325d
διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον· ὑφʼ ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει νῦν ἐπὶ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν
10
μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος, ἡ δʼ ὄψις ἐπιδείκνυται Τύχης ἰσχὺν καὶ πρὸς ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης,
15
τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν,
325e
ἐμπαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε κατήφειαν καὶ τὴν νῦν
13
ὑπάρχουσαν εὐδαιμονίαν τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ἄνω λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν καὶ
20
φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ
25
μικρὸν γενέσθαι μηδʼ εἶναι; πυρὶ δὲ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ
14
καὶ ξίφεσι βαρβάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ
325f
ἄλογα καὶ ἄτολμα θρέμματα σωτηρίας ἀρχὴν παρέσχε, καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ Σερουίους
15
καὶ Ποστουμίους καὶ Παπιρίους τῶν αὖθις οἴκων γενάρχας, παρʼ οὐδὲν ἥκοντας
5
ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ
16
καὶ τῆς πατρίδος ἀμύνεσθαι; εἰ δέ, ὥσπερ Πολύβιος ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαίων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας
10
φθείρεσθαι τὰ οἴκοι, τῶν προσοίκων βαρβάρων ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων, ἀνεχώρησαν
326a
εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδʼ ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην, ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους,
15
μᾶλλον δʼ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως