[13] ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα
1
διαφθαρῆναι τῶν Ῥωμαίων καὶ συγχυθῆναι
2
τοὺς ὑπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε; τὰ γὰρ
20
ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν. ἐγὼ δὲ τίθεμαι
3
καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις
326b
καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ διᾴττοντος
25
ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν
ὅπλων αὐγὰς εἰς τὴν Ἰταλίαν, ὡς πρόφασις
4
μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ
5
πάντας ἀνθρώπους
5
δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς στρατηλασίας. τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα
326c
προτεταγμένην· ὄνομα γὰρ καὶ δόξα τούτων
10
ἐπιφανεστάτη διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις
οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι
6
οἴω,
συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων ἀδουλώτων. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων
15
οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις ἅπαντες,
ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
7
ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.