[11] ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ
20
ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον μεταγάγωμεν. οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν
αἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου ὥς φησι Τιμόθεος,
1
25
323f
τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν ἀνθρώπων οὐδʼ ὁρμαῖς
2
προχωροῦσαν
3
ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιταχυνομένην,
4
ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα
5
τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ καταλαμβανόμενον. τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις προσοριζομέναις
5
τῷ μεγέθει τῆς ἡγεμονίας.
10
μιᾷ μάχῃ Φίλιππος
6
ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ παρεχώρησεν Ἀντίοχος Ἀσίας, ἅπαξ Καρχηδόνιοι
324a
σφαλέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο Πόντον Εὔξεινον Συρίαν Ἀραβίαν Ἀλβανοὺς Ἴβηρας τὰ μέχρι Καυκάσου
15
καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκουμένην Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν
7
ἠιόνων, Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάσσης· τοὺς δʼ Ἀλβανῶν
20
βασιλεῖς διωκομένους περὶ
8
τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας. ὁ
324b
δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ Μακεδόνων,
9
οὐδὲ
25
χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ
Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ Κολοφωνίων·
10
ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, καὶ παραμείνας βέβαιος
5
ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ καὶ ταῖς πολιτικαῖς ἔχθραις μηδενὸς οἴκοθεν ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε
324c
καὶ κατανάλωσε περὶ τὴν Ἰταλίαν. οὗτος τὸ Κίμβρων
10
καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων
11
ὁμοῦ κατακλύσωσι τὴν Ἰταλίαν.
15
διὰ τοῦτον
12
Ἀντίοχος μὲν ἠσχολεῖτο, πολεμουμένου Φιλίππου, Φίλιππος δέ, κινδυνεύοντος Ἀντιόχου, προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ
324d
Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον· Τιγράνην
20
δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ ἀνέμιξεν ἑαυτὸν συναπολέσθαι.