Χορός
—μάκαρες οἳ μετρίας θεοῦ
μετά τε σωφροσύνας μετέ-
σχον λέκτρων Ἀφροδίτας,
545
γαλανείᾳ χρησάμενοι
μανιάδων οἴστρων, ὅθι δὴ
δίδυμʼ Ἔρως ὁ χρυσοκόμας
τόξʼ ἐντείνεται χαρίτων,
τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ,
550
τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς.
ἀπενέπω νιν ἁμετέρων,
Κύπρι καλλίστα, θαλάμων.
εἴη δέ μοι μετρία μὲν
χάρις, πόθοι δʼ ὅσιοι,
555
καὶ μετέχοιμι τᾶς Ἀφροδί-
τας, πολλὰν δʼ ἀποθείμαν.
558
Χορός
—διάφοροι δὲ φύσεις βροτῶν,
διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ-
θῶς ἐσθλὸν σαφὲς αἰεί·
560
τροφαί θʼ αἱ παιδευόμεναι
μέγα φέρουσʼ ἐς τὰν ἀρετάν·
τό τε γὰρ αἰδεῖσθαι σοφία,
τάν τʼ ἐξαλλάσσουσαν ἔχει
χάριν ὑπὸ γνώμας ἐσορᾶν
565
τὸ δέον, ἔνθα δόξα φέρει
κλέος ἀγήρατον βιοτᾷ.
μέγα τι θηρεύειν ἀρετάν,
γυναιξὶ μὲν κατὰ Κύπριν
κρυπτάν, ἐν ἀνδράσι δʼ αὖ
570
κόσμος ἐνὼν ὁ μυριοπλη-
θὴς μείζω πόλιν αὔξει.
573
Χορός
—ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε
βουκόλος ἀργενναῖς ἐτράφης
Ἰδαίαις παρὰ μόσχοις,
575
βάρβαρα συρίζων, Φρυγίων
αὐλῶν Ὀλύμπου καλάμοις
μιμήματα πνείων.
εὔθηλοι δὲ τρέφοντο βόες,
ὅτε σε κρίσις ἔμηνε θεᾶν,
580
ἅ σʼ Ἑλλάδα πέμπει·
ἐλεφαντοδέτων πάροι-
θεν δόμων δὲ στὰς Ἑλένας
ἐν ἀντωποῖς βλεφάροισιν
ἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼ
585
αὐτὸς ἐπτοάθης.
ὅθεν ἔρις ἔριν
Ἑλλάδα σὺν δορὶ ναυσί τʼ ἄγει
ἐς Τροίας πέργαμα
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.