Κλυταιμήστρα
ὦ τέκνον, ὦ ξέναι,
οἲ ʼγὼ θανάτου
τοῦ σοῦ μελέα.
φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.
Ἰφιγένεια
οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρ
μέλος εἰς ἄμφω πέπτωκε τύχης,
1280
κοὐκέτι μοι φῶς
οὐδʼ ἀελίου τόδε φέγγος.
ἰὼ ἰώ.
νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα,
Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε
1285
ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ
θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-
δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει,
1290
μή ποτʼ ὤφελες τὸν ἀμφὶ
βουσὶ βουκόλον τραφέντʼ
Ἀλέξανδρον οἰκίσαι
ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
Νυμφᾶν κεῖνται
1295
λειμών τʼ ἔρνεσι θάλλων
χλωροῖς καὶ ῥοδόεντʼ
ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ
Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις
1300
Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος,
ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα
Κύπρις, ἃ δὲ δορὶ Παλλάς,
1305
Ἥρα τε Διὸς ἄνακτος
εὐναῖσι βασιλίσιν,
κρίσιν ἐπὶ στυγνὰν ἔριν τε
καλλονᾶς, ἐμοὶ δὲ θάνατον —
ὄνομα μὲν φέροντα Δαναΐ-
1310
δαισιν, ὦ κόραι, πρόθυμα δʼ
ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.