ὁ δὲ τεκών με τὰν τάλαιναν,
ὦ μᾶτερ ὦ μᾶτερ,
οἴχεται προδοὺς ἔρημον.
ὦ δυστάλαινʼ ἐγώ, πικρὰν
1315
πικρὰν ἰδοῦσα δυσελέναν,
φονεύομαι διόλλυμαι
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
μή μοι ναῶν χαλκεμβολάδων
πρύμνας
ἅδʼ Αὐλὶς δέξασθαι
1320
τούσδʼ εἰς ὅρμους
ἐς Τροίαν
ὤφελεν ἐλάταν πομπαίαν,
μηδʼ ἀνταίαν Εὐρίπῳ
πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
αὔραν ἄλλοις ἄλλαν θνατῶν
1325
λαίφεσι χαίρειν,
τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν,
τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
τοῖσι δὲ μέλλειν.
ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον
1330
ἁμερίων,
τὸ χρεὼν δέ τι δύσποτμον
ἀνδράσιν ἀνευρεῖν.
ἰὼ ἰώ,
μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα
Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
1335
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.