Ἰφιγένεια
εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας,
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά,
δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν.
1215
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς.
πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ·
1220
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον,
εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
1225
οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·
Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
1230
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις.
μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ
νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
1235
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ;
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν
μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
1240
ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ.
1245
ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου.
ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω·
ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη.
ἓν συντεμοῦσα πάντα νικήσω λόγον·
τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν,
1250
τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται
θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.
Χορός
ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.