Χορός
Ὁσία πότνα θεῶν,
370
Ὁσία δʼ ἃ κατὰ γᾶν
χρυσέαν πτέρυγα φέρεις,
τάδε Πενθέως ἀίεις;
ἀίεις οὐχ ὁσίαν
ὕβριν ἐς τὸν Βρόμιον, τὸν
375
Σεμέλας, τὸν παρὰ καλλι-
στεφάνοις εὐφροσύναις δαί-
μονα πρῶτον μακάρων; ὃς τάδʼ ἔχει,
θιασεύειν τε χοροῖς
μετά τʼ αὐλοῦ γελάσαι
380
ἀποπαῦσαί τε μερίμνας,
ὁπόταν βότρυος ἔλθῃ
γάνος ἐν δαιτὶ θεῶν, κισ-
σοφόροις δʼ ἐν θαλίαις ἀν-
δράσι κρατὴρ ὕπνον ἀμ-
385
φιβάλλῃ
386
Χορός
ἀχαλίνων στομάτων
ἀνόμου τʼ ἀφροσύνας
τὸ τέλος δυστυχία·
ὁ δὲ τᾶς ἡσυχίας
βίοτος καὶ τὸ φρονεῖν
390
ἀσάλευτόν τε μένει καὶ
συνέχει δώματα· πόρσω
γὰρ ὅμως αἰθέρα ναίον-
τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
τὸ σοφὸν δʼ οὐ σοφία
395
τό τε μὴ θνητὰ φρονεῖν.
βραχὺς αἰών· ἐπὶ τούτῳ
δέ τις ἂν μεγάλα διώκων
τὰ παρόντʼ οὐχὶ φέροι. μαι-
νομένων οἵδε τρόποι καὶ
400
κακοβούλων παρʼ ἔμοι-
γε φωτῶν.
402
Χορός
ἱκοίμαν ποτὶ Κύπρον,
νᾶσον τᾶς Ἀφροδίτας,
ἵνʼ οἱ θελξίφρονες νέμον-
ται θνατοῖσιν Ἔρωτες,
405
Πάφον θʼ ἃν ἑκατόστομοι
βαρβάρου ποταμοῦ ῥοαὶ
καρπίζουσιν ἄνομβροι.
οὗ δʼ ἁ καλλιστευομένα
Πιερία μούσειος ἕδρα,
410
σεμνὰ κλιτὺς Ὀλύμπου,
ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,
πρόβακχʼ εὔιε δαῖμον.
ἐκεῖ Χάριτες,
ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ-
415
χαις θέμις ὀργιάζειν.
417
Χορός
ὁ δαίμων ὁ Διὸς παῖς
χαίρει μὲν θαλίαισιν,
φιλεῖ δʼ ὀλβοδότειραν Εἰ-
ρήναν, κουροτρόφον θεάν.
420
ἴσαν δʼ ἔς τε τὸν ὄλβιον
τόν τε χείρονα δῶκʼ ἔχειν
οἴνου τέρψιν ἄλυπον·
μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει,
κατὰ φάος νύκτας τε φίλας
425
εὐαίωνα διαζῆν,
σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε
περισσῶν παρὰ φωτῶν·
τὸ πλῆθος ὅ τι
430
τὸ φαυλότερον ἐνόμισε χρῆ-
ταί τε, τόδʼ ἂν δεχοίμαν.
434
Bacchae. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.