Τειρεσίας
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·
σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.
θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ
270
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,
τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—
275
γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
280
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν
δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.
285
καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
μηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ·
290
Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου
αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,
295
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
Bacchae. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.