Τειρεσίας
τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,
170
Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίαν
λιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε.
ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
ζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέρι
ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,
175
θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.
Κάδμος
ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
σοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν·
ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ·
180
δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς
ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
185
γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν
θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως
γέροντες ὄντες.
Τειρεσίας
ταὔτʼ ἐμοὶ πάσχεις ἄρα·
κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
190
Κάδμος
οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
Τειρεσίας
ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
Κάδμος
γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.
Τειρεσίας
ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
Κάδμος
μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;
195
Τειρεσίας
μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.
Κάδμος
μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.
Τειρεσίας
ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
Κάδμος
οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.
Τειρεσίας
οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
200
πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ
κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
205
οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον
εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.
Κάδμος
ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς,
210
ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;
Bacchae. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.