Πυλάδης
θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως,
σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς,
730
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι.
Ὀρέστης
οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης
συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
735
Ὀρέστης
Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης
ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
Πυλάδης
ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
Ὀρέστης
χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
740
Πυλάδης
καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης
οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
Πυλάδης
ποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης
ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης
σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
745
Ὀρέστης
μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης
εὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών.
Ὀρέστης
οὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
750
Πυλάδης
Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός.
Πυλάδης
κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
Πυλάδης
ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν;
755
Ὀρέστης
ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
760
Πυλάδης
εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.