ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·
595
ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,
600
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
Χορός
αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
605
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
Τυνδάρεως
ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων
610
ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,
615
ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος —
οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν·
620
ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.
Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν,
μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς·
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
625
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης
στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
630
πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς,
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος
ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
635
Ὀρέστης
μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς
λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενέλαος
λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου
κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.