Ἠλέκτρα
οἲ ἐγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω,
ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
οἲ ἐγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασιν
1020
πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
Ὀρέστης
οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόους
στέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως
φέρειν σʼ ἀνάγκη τὰς παρεστώσας τύχας.
Ἠλέκτρα
καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ
1025
τόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα.
Ὀρέστης
σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸς
τέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά.
Ἠλέκτρα
ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
θανάτου τʼ ἀώρου. ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ.
1030
Ὀρέστης
μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν.
Ἠλέκτρα
θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά.
πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
Ὀρέστης
τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχους
1035
ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.
Ἠλέκτρα
σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.
Ὀρέστης
ἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ,
ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ.
1040
Ἠλέκτρα
ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι.
ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.
Ὀρέστης
τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.
Ἠλέκτρα
ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχων
1045
τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
Ὀρέστης
ἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλω
φιλότητι χειρῶν. τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας;
ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν,
τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους —
1050
προσφθέγματʼ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.
Ἠλέκτρα
φεῦ·
πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
καὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα;
Ὀρέστης
ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλων
ὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου.
1055
Ἠλέκτρα
οὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;
Ὀρέστης
οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχων
τὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος
1060
δράσαντε κατθανούμεθʼ ἀξιώτατα.
κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼν
ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,
1065
καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.