Χορός
ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-
σιν αὖραι δόμων. τότε μὲν
ἐν λουτροῖς
ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,
1150
τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν
πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;
Χορός
παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα
1155
διαδρόμου λέχους μέλεον ἃ πόσιν
χρόνιον ἱκόμενον εἰς οἴκους
Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλους
ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμων
1160
πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν.
ὀρεία τις ὡς λέαινʼ ὀργάδων
δρύοχα νεμομένα, τάδε κατήνυσεν.
1165
Κλυταιμήστρα
ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.
1165
Χορός
κλύεις ὑπώροφον βοάν;
Κλυταιμήστρα
ἰώ μοί μοι.
Χορός
ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·
σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω,
1170
τάλαινʼ, εὐνέταν.
1172
Χορός
ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι
πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,
τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων.
οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος
1175
τῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.
Ὀρέστης
ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα
βροτῶν, ἴδετε τάδʼ ἔργα φόνι-
α μυσαρά, δίγονα σώματʼ ἐν
χθονὶ κείμενα πλαγᾷ
1180
χερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶν
πημάτων
Ἠλέκτρα
δακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ.
διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ,
ἅ μʼ ἔτικτε κούραν.
Χορός
ἰὼ τύχας, σᾶς τύχας,
1185
μᾶτερ τεκοῦσʼ
ἄλαστα,
ἄλαστα μέλεα καὶ πέρα
παθοῦσα σῶν τέκνων ὑπαί.
πατρὸς δʼ ἔτεισας φόνον δικαίως.
Ὀρέστης
ἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼ
1190
ἄφαντα, φανερὰ δʼ ἐξέπρα-
ξας ἄχεα, φόνια δʼ ὤπασας
λάχεʼ ἀπὸ γᾶς
τᾶς Ἑλλανίδος.
τίνα δʼ ἑτέραν μόλω πόλιν;
τίς ξένος, τίς εὐσεβὴς
1195
ἐμὸν κάρα προσόψεται
ματέρα κτανόντος;
Ἠλέκτρα
ἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν,
τίνα γάμον εἶμι; τίς πόσις με δέξεται
νυμφικὰς ἐς εὐνάς;
1200
Χορός
πάλιν, πάλιν φρόνημα σὸν
μετεστάθη πρὸς αὔραν·
φρονεῖς γὰρ ὅσια νῦν, τότʼ οὐ
φρονοῦσα, δεινὰ δʼ εἰργάσω,
φίλα, κασίγνητον οὐ θέλοντα.
1205
Ὀρέστης
κατεῖδες, οἷον ἁ τάλαινʼ ἔξω πέπλων
ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,
ἰώ μοι, πρὸς πέδῳ
τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δʼ ἐγὼ —
Χορός
σάφʼ οἶδα, διʼ ὀδύνας ἔβας,
1210
ἰήιον κλύων γόον
ματρός, ἅ σʼ ἔτικτε.
Ὀρέστης
βοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν
τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω·
1215
παρῄδων τʼ ἐξ ἐμᾶν
ἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.
Χορός
τάλαινα· πῶς ἔτλας φόνον
διʼ ὀμμάτων ἰδεῖν σέθεν
ματρὸς ἐκπνεούσας;
1220
Ὀρέστης
ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς
φασγάνῳ κατηρξάμαν
ματέρος ἔσω δέρας μεθείς.
Ἠλέκτρα
ἐγὼ δʼ ἐπεγκέλευσά σοι
ξίφους τʼ ἐφηψάμαν ἅμα.
1225
Χορός
δεινότατον παθέων ἔρεξας.
Ὀρέστης
λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις
καὶ καθάρμοσον σφαγάς.
φονέας ἔτικτες ἆρά σοι.
Ἠλέκτρα
ἰδού, φίλᾳ τε κοὐ φίλᾳ
1230
φάρεα τάδʼ ἀμφιβάλλομεν.
Χορός
τέρμα κακῶν μεγάλων δόμοισιν.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.