Ἑκάβη
ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·
ἐπάειρε δέρην· οὐκέτι Τροία
τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.
100
μεταβαλλομένου δαίμονος ἀνέχου.
πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
μηδὲ προσίστω πρῷραν βιότου
πρὸς κῦμα πλέουσα τύχαισιν.
αἰαῖ αἰαῖ.
105
τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
ὦ πολὺς ὄγκος συστελλόμενος
προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.
τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;
110
τί δὲ θρηνῆσαι;
δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
ἄρθρων κλίσεως, ὡς διάκειμαι,
νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.
οἴμοι κεφαλῆς, οἴμοι κροτάφων
115
πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι
καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ
εἰς ἀμφοτέρους τοίχους, μελέων
ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.
μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις
120
ἄτας κελαδεῖν ἀχορεύτους.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.