Ἑκάβη
πρῷραι ναῶν, ὠκείαις
Ἴλιον ἱερὰν αἳ κώπαις
διʼ ἅλα πορφυροειδέα καὶ
λιμένας Ἑλλάδος εὐόρμους
125
αὐλῶν παιᾶνι στυγνῷ
συρίγγων τʼ εὐφθόγγων φωνᾷ
βαίνουσαι πλεκτὰν Αἰγύπτου
παιδείαν ἐξηρτήσασθʼ,
αἰαῖ, Τροίας ἐν κόλποις
130
τὰν Μενελάου μετανισόμεναι
στυγνὰν ἄλοχον, Κάστορι λώβαν
τῷ τʼ Εὐρώτᾳ δυσκλείαν,
ἃ σφάζει μὲν
τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων
135
Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν
ἐς τάνδʼ ἐξώκειλʼ ἄταν.
ὤμοι, θάκους οἵους θάσσω,
σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
δούλα δʼ ἄγομαι
140
γραῦς ἐξ οἴκων πενθήρη
κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.
ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων
ἄλοχοι μέλεαι,
καὶ κοῦραι
κοῦραι δύσνυμφοι,
τύφεται Ἴλιον, αἰάζωμεν.
145
μάτηρ δʼ ὡσεί τις πτανοῖς
ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ
κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν
οἵαν ποτὲ δὴ
σκήπτρῳ Πριάμου διερειδομένα
150
ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους
εὐκόμποις ἐξῆρχον θεούς.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.