Κασάνδρα
ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
425
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
αὐτοῦ θανεῖσθαι;
τἄλλα δʼ οὐκ ὀνειδιῶ.
430
δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·
ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν
οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας
435
δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης
Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια
Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια,
λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες,
αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,
440
πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.