Ἑκάβη
ἒ ἔ.
ἄρασσε κρᾶτα κούριμον,
ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.
280
ἰώ μοί μοι.
μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
πολεμίῳ δίκας, παρανόμῳ δάκει,
ὃς πάντα τἀκεῖθεν ἐνθάδ
ε στρέφει, τὰ δʼ
285
ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.
γοᾶσθʼ, ὦ Τρῳάδες, με.
βέβακα δύσποτμος.
οἴχομαι ἁ
τάλαινα, δυστυχεστάτῳ
290
προσέπεσον κλήρῳ.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.