Ἑκάβη
αἰαῖ, τόδε
τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.
Ταλθύβιος
ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.
240
Ἑκάβη
αἰαῖ, τίνʼ ἢ
Θεσσαλίας πόλιν ἢ
Φθιάδος εἶπας ἢ Καδμείας χθονός;
Ταλθύβιος
κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
Ἑκάβη
τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
Ἰλιάδων μένει;
245
Ταλθύβιος
οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
Ἑκάβη
τοὐμὸν τίς ἆρʼ
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
Ταλθύβιος
ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
Ἑκάβη
ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ
250
δούλαν; ἰώ μοί μοι.
Ταλθύβιος
οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
Ἑκάβη
ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
Ταλθύβιος
ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
255
Ἑκάβη
ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
τῶν στεφέων ἱεροὺς στολμούς.
Ταλθύβιος
οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
Ἑκάβη
τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
260
Ταλθύβιος
Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;
Ἑκάβη
ταύταν· τῷ πάλος ἔζευξεν;
Ταλθύβιος
τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
Ἑκάβη
ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.
265
ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί
θέσμιον, ὦ φίλος, Ἑλλάνων;
Ταλθύβιος
εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
Ἑκάβη
τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
Ταλθύβιος
ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.
270
Ἑκάβη
τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
Ταλθύβιος
καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
Ἑκάβη
ἐγὼ δὲ τῷ
πρόσπολος ἁ τριτοβάμονος χερὶ
275
δευομένα βάκτρου γεραιῷ κάρᾳ;
Ταλθύβιος
Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.