Ταλθύβιος
αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι
1260
Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα
ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο.
ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,
1265
χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάρα
1270
οἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Ἑκάβη
οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
1275
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα.
πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς
δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;
1280
καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
Ταλθύβιος
ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ
1285
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.