Ταλθύβιος
Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου
μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
1125
αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων,
φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
1130
δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός,
πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο
θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων
ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
1135
φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο,
μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν,
μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν,
1140
ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
1145
ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω·
1150
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον,
ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ
ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην.
1155
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.