Πρεσβύτης
τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;
Κρέουσα
Ἐριχθόνιον οἶσθʼ, ἢ — ; τί δʼ οὐ μέλλεις, γέρον;
Πρεσβύτης
ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;
1000
Κρέουσα
τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ
Πρεσβύτης
τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.
Κρέουσα
δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.
Πρεσβύτης
ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;
Κρέουσα
τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων.
1005
Πρεσβύτης
ἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος;
Κρέουσα
χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῷ πατρί.
Πρεσβύτης
κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;
Κρέουσα
ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω.
Πρεσβύτης
πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
1010
Κρέουσα
κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ
Πρεσβύτης
τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;
Κρέουσα
νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.
Πρεσβύτης
ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;
Κρέουσα
κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.
1015
Πρεσβύτης
ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς;
Κρέουσα
χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.
Πρεσβύτης
ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ.
Κρέουσα
τούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ.
Πρεσβύτης
ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν.
1020
Κρέουσα
ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ.
Πρεσβύτης
οὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.
Κρέουσα
πῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται;
Πρεσβύτης
σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.
Κρέουσα
ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
1025
Πρεσβύτης
αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους.
Κρέουσα
προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.
Πρεσβύτης
καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.
Κρέουσα
οἶσθʼ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν
χρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
1030
ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθρα πόσις,
δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ
ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν
1035
τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεται
κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ.
Πρεσβύτης
σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·
ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν.
1040
ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα,
καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν
1045
τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.