Χορός
κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν
ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.
Ξοῦθος
ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ,
570
σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.
ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,
ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν,
ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.
χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν.
575
ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα,
580
ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου.
σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ἴων
οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
585
πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.
ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
590
ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν —
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
595
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
600
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
τῶν δʼ
αὖ λογίων τε χρωμένων τε τῇ πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·
οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
605
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.