Ἴων
φέρε λόγων ἁψώμεθʼ ἄλλων.
Ξοῦθος
ταῦτʼ ἀμείνονʼ, ὦ τέκνον.
Ἴων
ἦλθες ἐς νόθον τι λέκτρον;
545
Ξοῦθος
μωρίᾳ γε τοῦ νέου.
Ἴων
πρὶν κόρην λαβεῖν Ἐρεχθέως;
Ξοῦθος
οὐ γὰρ ὕστερόν γέ πω.
Ἴων
ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας;
Ξοῦθος
τῷ χρόνῳ γε συντρέχει.
Ἴων
κᾆτα πῶς ἀφικόμεσθα δεῦρο —
Ξοῦθος
ταῦτʼ ἀμηχανῶ.
Ἴων
διὰ μακρᾶς ἐλθὼν κελεύθου;
Ξοῦθος
τοῦτο κἄμʼ ἀπαιολεῖ.
Ἴων
Πυθίαν δʼ ἦλθες πέτραν πρίν;
550
Ξοῦθος
ἐς φανάς γε Βακχίου.
Ἴων
προξένων δʼ ἔν του κατέσχες;
Ξοῦθος
ὅς με Δελφίσιν κόραις
Ἴων
ἐθιάσευσʼ, ἢ πῶς τάδʼ αὐδᾷς;
Ξοῦθος
Μαινάσιν γε Βακχίου.
Ἴων
ἔμφρονʼ ἢ κάτοινον ὄντα;
Ξοῦθος
Βακχίου πρὸς ἡδοναῖς.
Ἴων
τοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν.
Ξοῦθος
ὁ πότμος ἐξηῦρεν, τέκνον.
Ἴων
πῶς δʼ ἀφικόμεσθα ναούς;
555
Ξοῦθος
ἔκβολον κόρης ἴσως.
Ἴων
ἐκπεφεύγαμεν τὸ δοῦλον.
Ξοῦθος
πατέρα νυν δέχου, τέκνον.
Ἴων
τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.
Ξοῦθος
εὖ φρονεῖς ἄρα.
Ἴων
καὶ τί βουλόμεσθά γʼ ἄλλο —
Ξοῦθος
νῦν ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.
Ἴων
ἢ Διὸς παιδὸς γενέσθαι παῖς;
Ξοῦθος
ὃ σοί γε γίγνεται.
Ἴων
ἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν;
560
Ξοῦθος
πιθόμενός γε τῷ θεῷ.
Ἴων
χαῖρέ μοι, πάτερ —
Ξοῦθος
φίλον γε φθέγμʼ ἐδεξάμην τόδε.
Ἴων
ἡμέρα θʼ ἡ νῦν παροῦσα.
Ξοῦθος
μακάριόν γʼ ἔθηκέ με.
Ἴων
ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας;
νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν.
ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.
565
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.