Χορός
σέ τοι, τὸν παρὰ ναὸν αὐ-
δῶ· θέμις γυάλων ὑπερ-
220
βῆναι, λευκῷ ποδί γʼ — ;
Ἴων
οὐ θέμις, ὦ ξέναι.
Χορός
οὐδʼ ἂν
ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν;
Ἴων
τίνα τήνδε θέλεις;
Χορός
ἆρʼ ὄντως μέσον ὀμφαλὸν
γᾶς Φοίβου κατέχει δόμος;
Ἴων
στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
Χορός
οὕτω καὶ φάτις αὐδᾷ.
225
Ἴων
εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
καί τι πυθέσθαι χρῄζετε Φοίβου,
πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις
μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.
Χορός
ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον
230
οὐ παραβαίνομεν,
ἃ δʼ ἐκτός, ὄμμα τέρψει.
Ἴων
πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι.
Χορός
μεθεῖσαν δεσπόται
με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν.
Ἴων
δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
Χορός
Παλλάδι σύνοικα τρόφιμα μέλα-
235
θρα τῶν ἐμῶν τυράννων·
παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.