Ἴων
φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά με
1370
κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα
καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις
1375
μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος
πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷ
1380
ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι.
εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν.
ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς
καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ
1385
πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι.
ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον·
τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν.
ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε,
καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα;
1390
ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου
ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου,
εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ
χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.