Λύκος
ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ·
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους
ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
705
ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.
Ἀμφιτρύων
ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα
ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
710
στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.
Λύκος
ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;
Ἀμφιτρύων
δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —
Λύκος
τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;
Ἀμφιτρύων
ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις
715
Λύκος
ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.
Ἀμφιτρύων
καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
Λύκος
ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
Ἀμφιτρύων
οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
Λύκος
χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
720
Ἀμφιτρύων
μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λύκος
ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,
ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
725
Ἀμφιτρύων
σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως
ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται
ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
730
ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν
πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
Χορός
—μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ
735
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
ἰώ·
δίκα καὶ θεῶν παλίρρους πότμος.
—ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
740
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
—χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
πάλιν ἔμολεν —
ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν
745
παθεῖν — γᾶς ἄναξ.
—ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λύκος
ἰώ μοί μοι.
750
Χορός
—τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
>βοᾷ
φόνου φροίμιον στενάζων ἄναξ.
Λύκος
ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.
Χορός
—καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων
755
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
—τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
ἄφρονα λόγον
οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ
σθένουσιν θεοί;
— γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.
760
— σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
— φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
Heracles. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.