Χορός
ὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον,
τίν’ αἰῶν’
εἰς τὸ λοιπὸν ἕξεις;
1215
Πηλεύς
ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν
διαντλή-
σω πόνους ἐς Ἅιδαν.
Χορός
μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί.
Πηλεύς
ἀμπτάμενα
φροῦδα πάντα, κεῖται
κόμπων μεταρσίων πρόσω.
1220
Χορός
μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.
Πηλεύς
οὐκέτ’ εἶ, πόλις, πόλις,
σκῆπτρά τ’ ἐρρέτω τάδε
ἐπὶ γαῖαν,
σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη,
πανώλεθρόν
μ’ ὄψεαι πίτνοντα
πρὸς γᾶν.
1225
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.