Ἑρμιόνη
κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων
οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο
δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην,
150
ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.
ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις·
σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ
155
δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις
τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς,
νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·
δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε
ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ,
160
κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε,
οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ,
δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ,
165
σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε,
οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.
εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ,
170
ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα
τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·
πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται
κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι
175
χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος.
ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν
δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,
ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.
180
Ἀνδρομάχη
κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
185
ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα,
ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην·
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·
190
ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι.
εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ
πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;
ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς;
195
ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι
πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη
οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα;
200
ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο;
αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,
205
ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς.
φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι,
ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις
μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης·
210
πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι
μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις.
χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,
στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος.
εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον
215
τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος
δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,
ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους
πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης.
αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον
220
ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.
ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν
σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.
225
καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην
πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου
τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς.
μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων
230
φεύγειν τρόπους χρὴ τέκν’,
ὅςοις ἔνεστι νοῦς.