Χορός
Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,
ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσι
ποταναῖς θεὸς ἐνθείη·
ἀρθείην δ’ ἐπὶ πόντιον
735
κῦμα τᾶς Ἀδριηνᾶς
ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ·
ἔνθα πορφύρεον σταλάσ-
σουσιν ἐς οἶδμα πατρὸς τάλαι-
ναι κόραι Φαέθοντος οἴ-
κτῳ δακρύων
740
τὰς ἠλεκτροφαεῖς αὐγάς.
Χορός
Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν
ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο-
μέδων πορφυρέας λίμνας
ναύταις οὐκέθ’ ὁδὸν νέμει,
745
σεμνὸν τέρμονα κυρῶν
οὐρανοῦ, τὸν Ἄτλας ἔχει·
κρῆναί τ’ ἀμβρόσιαι χέον-
ται Ζηνὸς μελάθρων παρὰ κοί-
ταις, ἵν’ ἁ βιόδωρος αὔ-
750
ξει ζαθέα
χθὼν εὐδαιμονίαν θεοῖς.
Χορός
ὦ λευκόπτερε Κρησία
πορθμίς, ἃ διὰ πόντιον
κῦμ’ ἁλίκτυπον ἅλμας
ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων,
755
κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρων
ἁ Κρησίας ἐκ γᾶς δύσορ-
νις ἔπτατο κλεινὰς Ἀθή-
νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ-
δήσαντο πλεκτὰς πεισμάτων
760
ἀρχάς, ἐπ’ ἀ-
πείρου τε γᾶς ἔβασαν.
Χορός
ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ-
των δεινᾷ φρένας Ἀφροδί-
765
τας νόσῳ κατεκλάσθη·
χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων
ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον
λευκᾷ καθαρμόζουσα δεί-
ρᾳ, δαίμονα στυγνὸν καται-
770
δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ-
αιρουμένα φήμαν, ἀπαλ-
λάσσουσά τ’ ἀλ-
γεινὸν φρενῶν ἔρωτα.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.