Ἱππόλυτος
πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν
δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους,
εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
985
ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.
ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
990
γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν,
ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
κοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδε
καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,
οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
995
ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν,
φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις,
ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ
μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις·
οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
1000
ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς·
λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·
οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων
γραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
1005
πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω·
δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.
πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο
πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον
1010
ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσιν
ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν
θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
1015
ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος
σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.
πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν
κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.
1020
ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·
εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ,
καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,
ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
1025
ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων
μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.
ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος,
ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,
καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
1030
σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.
εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον
οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.
ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν,
ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
1035
Χορός
ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θησεύς
ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,
ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;
1040
Ἱππόλυτος
καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,
ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,
εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.
Θησεύς
ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ.
1045
ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·
ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —
ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον·
μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.
1050
Ἱππόλυτος
οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
Θησεύς
πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ἱππόλυτος
οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
1055
φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησεύς
ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα
φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.