Ἱππόλυτος
αἰαῖ αἰαῖ·
1370
καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει —
μέθετέ με, τάλανες —
καί μοι θάνατος Παιὰν ἔλθοι.
προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί-
μονά
μ’· ἀμφιτόμου λόγχας ἔραμαι,
1375
διαμοιρᾶσαι
διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά·
μιαιφόνων
τε συγγόνων παλαιῶν
προγεννητόρων ἐξορίζεται
1380
κακόν,
οὐδὲ μέλλει,
ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ-
δὲν ὄντ’ ἐπαίτιον κακῶν;
ἰώ μοί μοι·
— τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ-
1385
γήτου πάθους; εἴθε με κοι-
μάσειε τὸν δυσδαίμον’ Ἅι-
δου μέλαινα νύκτερός τ’ ἀνάγκα.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.