Χορός
Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
βαπτὰν κάλπισι ῥυτὰν πα-
γὰν προιεῖσα κρημνῶν·
ὅθι μοί τις ἦν φίλα
125
πορφύρεα φάρεα
ποταμίᾳ δρόσῳ
τέγγουσα, θερ-
μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-
αλίου κατέβαλλ’· ὅθεν
μοι πρώτα φάτις ἦλθε δεσποίνας·
130
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.