Ἰόλαος
οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,
ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι
γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ
κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,
300
τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν.
τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται
τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν
ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης
305
Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·
ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.
ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ
310
καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός
σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν
πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν
315
οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμως
οὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός.
ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,
320
πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶ
ὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
τοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδα
σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
325
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.
Χορός
ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοις
σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
330
τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
ἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.
Heracleidae. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.