Δημοφῶν
σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον,
τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις.
κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι,
335
τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς
πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·
ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμους
340
σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,
μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον.
Ἰόλαος
οὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴ
ἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν·
345
ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς,
ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσιν
χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·
τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίαν
350
καὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·
νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.
Heracleidae. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.