Χορός
ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
410
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.
ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’
οὐκέτι πίστις ἄραρε·
τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·
415
ἔρχεται τιμὰ γυναικείῳ γένει·
οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.
420
Χορός
μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
ὤπασε θέσπιν ἀοιδὰν
425
Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον
ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει
πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
430
Χορός
σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου
πέτρας· ἐπὶ δὲ ξένᾳ
ναίεις χθονί, τᾶς ἀνάνδρου
435
κοίτας ὀλέσασα λέκτρον,
τάλαινα, φυγὰς δὲ χώρας
ἄτιμος ἐλαύνῃ.
Χορός
βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς
Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα.
440
σοὶ δ’ οὔτε πατρὸς δόμοι,
δύστανε, μεθορμίσασθαι
μόχθων πάρα, τῶν τε λέκτρων
ἄλλα βασίλεια κρείσσων
δόμοισιν ἐπέστα.
445
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.