Ἰάσων
οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
κούφως φερούσῃ κρεισσόνων βουλεύματα,
λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός.
450
κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ
λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ·
ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα,
πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.
κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
455
ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν·
σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ
κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.
ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις
ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,
460
ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς
μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ
κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς,
οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
Μήδεια
ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
465
γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·
ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;
θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει;
οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,
φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,
470
ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·
ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
475
ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας
480
σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·
485
Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,
παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.
καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν
προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη—
παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,
490
συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.