Ἰάσων
καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μήδεια
σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
Ἰάσων
ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μήδεια
ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ἰάσων
οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.
1365
Μήδεια
ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ἰάσων
λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μήδεια
σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
Ἰάσων
ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
Μήδεια
οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.
1370
Ἰάσων
οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μήδεια
ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ἰάσων
ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
Μήδεια
στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ἰάσων
καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί.
1375
Μήδεια
πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ἰάσων
θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μήδεια
οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,
φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ,
1380
τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
1385
σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.