Ἡρακλῆς
εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Ἄδμητος
σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε;
1075
οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
Ἡρακλῆς
μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.
Ἄδμητος
ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ἡρακλῆς
τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
Ἄδμητος
ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
1080
Ἡρακλῆς
τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
Ἄδμητος
ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.
Ἡρακλῆς
γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
Ἄδμητος
ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
Ἡρακλῆς
χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.
1085
Ἄδμητος
χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ἡρακλῆς
γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
Ἄδμητος
σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
Ἡρακλῆς
τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
Ἄδμητος
οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
1090
Ἡρακλῆς
μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;
Ἄδμητος
κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ἡρακλῆς
αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
Ἄδμητος
ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
Ἡρακλῆς
ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.
1095
Ἄδμητος
θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ἡρακλῆς
δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
Ἄδμητος
μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ἡρακλῆς
καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Ἄδμητος
καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
1100
Ἡρακλῆς
πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Ἄδμητος
φεῦ.
εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
Ἡρακλῆς
νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
Ἄδμητος
καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
Ἡρακλῆς
ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.
1105
Ἄδμητος
χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ἡρακλῆς
εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
Ἄδμητος
νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ἡρακλῆς
ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
Ἄδμητος
κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
1110
Ἡρακλῆς
οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Ἄδμητος
σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.
Ἡρακλῆς
ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος
οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
Ἡρακλῆς
τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
1115
Ἄδμητος
ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς
τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Alcestis. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.