Κύκλωψ
ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.
Χορός
καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.
Κύκλωψ
ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.
665
ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας
χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ
σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.
Χορός
τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ;
Κύκλωψ
ἀπωλόμην.
Χορός
αἰσχρός γε φαίνῃ.
670
Κύκλωψ
κἀπὶ τοῖσδέ γ’ ἄθλιος.
Χορός
μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
Κύκλωψ
Οὖτίς μ’ ἀπώλεσ’.
Χορός
οὐκ ἄρ’ οὐδεὶς ἠδίκει.
Κύκλωψ
Οὖτίς με τυφλοῖ βλέφαρον.
Χορός
οὐκ ἄρ’ εἶ τυφλός.
Κύκλωψ
ὡς δὴ σύ—
Χορός
καὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;
Κύκλωψ
σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν;
675
Χορός
οὐδαμοῦ, Κύκλωψ.
Κύκλωψ
ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν,
ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
Χορός
δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
Κύκλωψ
πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;
Χορός
οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
680
λαβόντες ἑστήκασι.
Κύκλωψ
ποτέρας τῆς χερός;
Χορός
ἐν δεξιᾷ σου.
Κύκλωψ
ποῦ;
Χορός
πρὸς αὐτῇ τῇ πέτρᾳ.
ἔχεις;
Κύκλωψ
κακόν γε πρὸς κακῷ· τὸ κρανίον
παίσας κατέαγα.
Χορός
καί σε διαφεύγουσί γε.
Κύκλωψ
οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;
685
Χορός
οὔ· ταύτῃ λέγω.
Κύκλωψ
πῇ γάρ;
Χορός
περιάγου, κεῖσε, πρὸς τἀριστερά.
Κύκλωψ
οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.
Χορός
ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.
Κύκλωψ
ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;
Ὀδυσσεύς
τηλοῦ σέθεν
φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.
690
Κύκλωψ
πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
Ὀδυσσεύς
ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.
δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·
κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην
εἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην.
695
Κύκλωψ
αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν,
πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.
700
Ὀδυσσεύς
κλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις.
ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
ἥσω ’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.
Κύκλωψ
οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτρας
αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
705
ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
δι’ ἀμφιτρῆτος τῆσδε
προσβαίνων ποδί.
Χορός
ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέως
ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.
Cyclops. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.